Add parallel Print Page Options

15 [a]καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ [b]Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι [c]καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ [d]σκότους τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς [e]ὀλίγως [f]ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ [g]καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ [h]κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν [i]ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 [j]συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς [k]κυλισμὸν βορβόρου.

Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος, τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ [l]ἐσχάτων τῶν ἡμερῶν [m]ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως. λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ [n]αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 2:15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV
  2. ΠΕΤΡΟΥ Β΄ 2:15 Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV
  3. ΠΕΤΡΟΥ Β΄ 2:17 καὶ ὁμίχλαι WH Treg NIV] νεφέλαι RP
  4. ΠΕΤΡΟΥ Β΄ 2:17 σκότους WH Treg NIV] + εἰς αἰῶνα RP
  5. ΠΕΤΡΟΥ Β΄ 2:18 ὀλίγως WH Treg NIV] ὄντως RP
  6. ΠΕΤΡΟΥ Β΄ 2:18 ἀποφεύγοντας WH Treg NIV] ἀποφυγόντας RP
  7. ΠΕΤΡΟΥ Β΄ 2:19 καὶ Treg RP] – WH NIV
  8. ΠΕΤΡΟΥ Β΄ 2:20 κυρίου WH Treg RP] + ἡμῶν NIV
  9. ΠΕΤΡΟΥ Β΄ 2:21 ὑποστρέψαι WH Treg NIV] ἐπιστρέψαι RP
  10. ΠΕΤΡΟΥ Β΄ 2:22 συμβέβηκεν WH Treg NIV] + δὲ RP
  11. ΠΕΤΡΟΥ Β΄ 2:22 κυλισμὸν WH Treg NIV] κύλισμα RP
  12. ΠΕΤΡΟΥ Β΄ 3:3 ἐσχάτων WH Treg NIV] ἐσχάτου RP
  13. ΠΕΤΡΟΥ Β΄ 3:3 ἐν ἐμπαιγμονῇ WH Treg NIV] – RP
  14. ΠΕΤΡΟΥ Β΄ 3:7 αὐτῷ WH NIV] αὐτοῦ Treg RP